To μήνυμα του Πατριάρχη Ιεροσολύμων Θεόφιλου Γ’ για το Πάσχα

1
to-μήνυμα-του-Πατριάρχη-Ιεροσολύμων-Θεόφιλου-Γ’-για-το-Πάσχα

Από το Πατριαρχείο των Ιεροσολύμων, ο Πατριάρχης Θεόφιλος ο Γ’ αναφέρει στο Πασχαλινό μήνυμά του:

“Ἐλέῳ Θεοῦ Πατριάρχης τῆς Ἁγίας Πόλεως Ἱερουσαλήμ

καί πάσης Παλαιστίνης

παντί τῷ πληρώματι τῆς Ἐκκλησίας, χάριν καί ἔλεος καί εἰρήνην

ἀπό τοῦ Παναγίου καί Ζωoδόχου Τάφου

τοῦ Ἀναστάντος Χριστοῦ.

Νῦν πάντα πεπλήρωται φωτός

Οὐρανός τε καί γῆ καί τά καταχθόνια,

ἑορταζέτω γοῦν πᾶσα κτίσις τήν ἔγερσιν Χριστοῦ, ἐν ᾖ ἐστερέωται.

(Τροπάριον γ΄ ὠδῆς Κανόνος τοῦ Πάσχα Ἰω. Δαμασκηνοῦ).

Ὄντως φωτός ἀνεσπέρου καί ἀδύτου ἐπλήρωσε τά σύμπαντα ἡ ἐκ νεκρῶν Ἀνάστασις τοῦ Κυρίου καί Θεοῦ καί Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.

Ὁ Υἱός καί Λόγος τοῦ Θεοῦ, ὁ Ἐνανθρωπήσας ἐκ Πνεύματος Ἁγίου καί Μαρίας τῆς Παρθένου Ἰησοῦς Χριστός, ὁ Ναζαρηνός, ὁ Ἐσταυρωμένος, σαρκί παθών καί ταφείς καί κατελθών εἰς τόν Ἅιδην, ἐνίκησε τόν θάνατον. Διά τοῦ θανάτου Αὐτοῦ ἐπάτησε τόν θάνατον. Τριημερεύσας εἰς τόν Ἅιδην, ἐκήρυξε εἰς τούς ἐν Ἅιδῃ, εἰς τούς ἀπ’ αἰῶνος πεπεδημένους κατόχους αὐτοῦ καί ἐσύλησε αὐτούς ἀπ’ αὐτοῦ. Ἠλευθέρωσε αὐτούς ἐκ τῆς ὀδυνηρῆς βασάνου τῆς τύψεως τῆς συνειδήσεως, ἐκ τοῦ βαθέος σκότους τῆς ἀγνωσίας καί τῆς ἀφορήτου ἀπελπισίας καί εἰσήγαγε πάλιν εἰς τόν Παράδεισον. Τελειώσας τό ἔργον τοῦ Πατρός Αὐτοῦ εἰς τήν γῆν, ἐπλήρωσε καί εἰς τά κατώτατα τῆς γῆς, εἰς τόν Ἅιδην. «Τάφῳ διαφθοράν οὐκ οἶδε τό ἄχραντον σῶμα τοῦ Λυτρωτοῦ τῶν ψυχῶν ἡμῶν». Αὐτεξουσίως ἀνέστη ἐκ νεκρῶν σύν τῇ προσληφθείσῃ σαρκί Αὐτοῦ καί συνανέστησε Ἀδάμ τόν Προπάτορα καί τούς κεκοιμημένους ἀπογόνους Αὐτοῦ χειρί παντοδυνάμῳ.

Τό ὑπερφυές τοῦτο ἔργον τῆς διά τῆς Ἀναστάσεως τοῦ Χριστοῦ ἀνακαινίσεως καί ἀναπλάσεως τοῦ πλάσματός Του ἀνήγγειλε ὁ Θεός δι’ ἀγγέλου εἰς τούς ἀνθρώπους. Ὁ ἀποκυλίσας τόν λίθον τοῦ μνημείου καί καθήμενος ἐπ’ αὐτοῦ φαεσφόρος ἄγγελος εἶπεν εἰς τάς μυροφόρους γυναῖκας: «μή ἐκθαμβεῖσθε,

Ἰησοῦν ζητεῖτε τόν Ναζαρηνόν, τόν ἐσταυρωμένον, οὐκ ἔστιν ὧδε, ἴδε ὁ τόπος ὅπου ἔθηκαν αὐτόν (Μάρκ. 16, 6). Τήν ἀγγελικήν ὁλόφωτον θέαν καί τήν χαρμόσυνον ἀγγελίαν προσανεπλήρωσεν, ἐπεβεβαίωσε καί ἐπεσφράγισε ἡ θέα Αὐτοῦ τοῦ ἐκ νεκρῶν Ἀναστάντος Κυρίου. Μετά τοῦ λελαμπρυσμένου καί δεδοξασμένου σώματος Αὐτοῦ, ἔχοντος λελογχευμένην τήν πλευράν καί φέροντος εἰς τάς χεῖρας καί τούς πόδας τόν τύπον τῶν ἥλων, «ἐφάνη πρῶτον Μαρίᾳ τῇ Μαγδαληνῇ, ἀφ’ ἧς ἐκβεβλήκει ἑπτά δαιμόνια» (Μάρκ 16, 9), λέγων αὐτῇ: «μή μου ἅπτου, οὔπω γάρ ἀναβέβηκα πρός τόν Πατέρα» ( Ἰω. 20, 17). Ἐφάνη ὡσαύτως, «οὔσης ὀψίας τῇ ἡμέρᾳ ἐκείνῃ μιᾷ τῶν Σαββάτων», εἰς τούς μαθητάς συνηθροισμένους εἰς τό ὑπερῶον, «τῶν θυρῶν κεκλεισμένων», λέγων αὐτοῖς «εἰρήνη ὑμῖν» καί «λάβετε Πνεῦμα Ἅγιον», «ἄν τινων ἀφῆτε τᾶς ἁμαρτίας ἀφέωνται αὐτοῖς» καί «πάλιν μεθ’ ἡμέρας ὀκτώ», «τοῦ Θωμᾶ ὄντος μετ’ αὐτῶν», διορθῶν τήν καλήν ἀπιστίαν αὐτοῦ εἰς πίστιν βεβαίαν καί καλῶν «μακαρίους τούς μή ἰδόντας καί πιστεύσαντας» ( Ἰω. 20, 19 – 29). Ὄντως δέ, «ὤ τῶν σοφῶν κριμάτων Αὐτοῦ», ὡς ψάλλει ὁ ὑμνῳδός, ἐν ᾦ «Πέτρῳ μέν τοῖς ὀθονίοις μόνον ἔδωκε ἐννοῆσαι Αὐτοῦ τήν Ἀνάστασιν, Λουκᾷ καί Κλεόπᾳ συμπορευόμενος ὡμίλει καί ὁμιλῶν οὐκ εὐθέως Ἑαυτόν φανεροῖ, ἀλλ’ ἐν τῷ εὐλογεῖν τόν ἄρτον ἐγνώσθη αὐτοῖς» (Λουκ. 24, 30- 31). Εὐθύς δέ μετά τοῦτο, ὤ τῆς πανταχοῦ παρουσίας Αὐτοῦ, «ἔστη εἰς Ἱεροσόλυμα ἐν μέσῳ αὐτῶν», λέγων αὐτοῖς, «ἴδετε τάς χεῖράς μου καί τούς πόδας μου ὅτι ἐγώ εἰμι αὐτός, ψηλαφήσατέ με καί ἴδετε ὅτι πνεῦμα σάρκα καί ὀστέα οὐκ ἔχει καθώς ἐμέ θεωρεῖτε ἔχοντα καί ζητῶν βρώσιμόν τι, λαβών ἐνώπιον αὐτῶν ἔφαγεν ἰχθύος ὀπτοῦ μέρος καί ἀπό μελισσίου κηρίου (Λουκ. 24, 36 – 43), οὐχί, καθά ἐξηγεῖ Ἰωάννης ὁ Δαμασκηνός, «ὡς ἔχων ἀνάγκην τοῦ φαγεῖν μετά τήν Ἀνάστασιν, ἀλλά οἰκονομίας τρόπῳ τό ἀληθές πιστούμενος τῆς Ἀναστάσεως».

Οὕτως παραστήσας ὁ Κύριος Ἑαυτόν ζῶντα μετά τό παθεῖν ἐν πολλοῖς τεκμηρίοις ὀπτανόμενος δι’ ἡμερῶν τεσσαράκοντα καί λέγων τά περί τῆς βασιλείας τοῦ Θεοῦ» (Πράξ. 1, 3), «βλεπόντων τῶν μαθητῶν ἐπήρθη καί νεφέλη ὑπέλαβεν αὐτόν» (Πράξ.1, 9) καί «ἀναβάς εἰς ὕψος» (Ψαλμ. 67, 19, Ἐφεσ. 4, 8), θεώσας τό πρόσλημμα, ἤτοι τήν ἐν τῇ Ἐνανθρωπήσει προσληφθεῖσαν ἀνθρωπίνην φύσιν ἡμῶν, ἐκάθισεν ἐκ δεξιῶν τοῦ Πατρός, «ἐρχόμενος πάλιν μετά δόξης κρῖναι ζῶντας καί νεκρούς».

Ἐκεῖθεν πληρῶν τήν ἐπαγγελίαν Αὐτοῦ, ἀπέστειλε ἡμῖν παρά τοῦ Πατρός Παράκλητον ἄλλον, τό Πνεῦμα τῆς ἀληθείας καί ἐφώτισε, ἐνεδυνάμωσε, ἐνεψύχωσε καί ἐχαροποίησε τούς ἁγίους μαθητάς καί ἀποστόλους καί δι’ αὐτῶν τό σῶμα Αὐτοῦ τήν Ἐκκλησίαν. Αὕτη τῇ χάριτι καί τῇ παρ’ Αὐτοῦ δοθείσῃ αὐτῇ ἐξουσίᾳ συνεχίζει τό λυτρωτικόν ἔργον Αὐτοῦ εἰς τήν γῆν. Προσλαμβάνει τούς ἀνθρώπους, καθιστᾷ αὐτούς μέλη αὐτῆς διά τοῦ Βαπτίσματος, «συντάσσει τῷ Χριστῷ», ἐξανθρωπίζει αὐτούς διά τῆς διδασκαλίας Αὐτοῦ, τῆς συνδιαλλαγῆς, εἰρήνης, ὁμονοίας καί ἀγάπης οὐχί μόνον πρός τόν πλησίον ἀλλά καί πρός τούς ἐχθρούς, ἐξαγιάζει αὐτούς διά τῶν μυστηρίων, καθιστᾷ αὐτούς ἐργάτας εὐεργετικῆς εὐποιίας εἰς τήν κοινωνίαν καί ἀποθνήσκοντας μεταπέμπει εἰς ζωήν οὐράνιον ἐν ἀγαλλιάσει καί εὐφροσύνῃ, ἀπολαύσει τοῦ ἀϊδίου φωτός τῆς τρισηλίου Θεότητος καί ἐπ’ ἐλπίδι Ἀναστάσεως ζωῆς αἰωνίου.

Ἡ Ἐκκλησία Ἱεροσολύμων, «τάς πύλας τῆς ὁποίας ἀγαπᾷ Κύριος ὑπέρ πάντα τά σκηνώματα Ἰακώβ», «ἡ δεξαμένη πρώτη ἄφεσιν ἁμαρτιῶν διά τῆς

Ἀναστάσεως», συμπάσχουσα μετά τῆς δεινοπαθούσης ἐκ τῆς λοιμώδους πανδημίας, Covid 19, ἀνθρωπότητος, δέεται ἀπό τοῦ κενοῦ καί ζωοδόχου Μνημείου ὑπέρ θεραπείας πάντων τῶν προσβεβλημένων ἐκ ταύτης συνανθρώπων ἡμῶν, ὑπέρ ἐλεύσεως καί πάλιν εὐλαβῶν προσκυνητῶν, ὑπέρ εἰρήνης καί ἀγαθῆς καταστάσεως τοῦ σύμπαντος κόσμου καί τῆς Μέσης Ἀνατολῆς, οὐχ ἥκιστα δέ ὑπέρ ὑγιείας, εὐημερίας καί σωτηρίας τοῦ ὅπου γῆς Χριστεπωνύμου πληρώματος αὐτῆς.

Ἐν τῇ Ἁγίᾳ Πόλει Ἱερουσαλήμ ΠΑΣΧΑ 2021.

Μετά Πατρικῶν εὐχῶν καί Πατριαρχικῶν εὐλογιῶν,

Διάπυρος πρός Κύριον Εὐχέτης,

ΘΕΟΦΙΛΟΣ Γ’

Πατριάρχης Ἱεροσολύμων

Γράψτε το σχόλιό σας

Ακολουθήστε το στο Google News και μάθετε πρώτοι όλες τις ειδήσεις

Δείτε όλες τις τελευταίες Ειδήσεις από την Ελλάδα και τον Κόσμο, στο

ΠΗΓΗ: